von Martinus » Mi 9. Okt 2019, 00:14
Ὅταν οὖν ἀποδείξῃ τοῖς μὲν ὑπὸ τῆς βουλῆς στεφανουμένοις τὸ βουλευτήριον ἀναρρηθῆναι, τοῖς δ᾽ ὑπὸ τοῦ δήμου τὴν ἐκκλησίᾱν, τοῖς δ᾽ ὑπὸ τῶν δημοτῶν καὶ φῡλετῶν ἀπείπῃ μὴ κηρύττεσθαι τοῖς τραγῳδοῖς, ἵνα μηδεὶς ἐρανίζων στεφάνους καὶ κηρύγματα ψευδῆ φιλοτῑμίᾱν κτᾶται, προσαπείπῃ δ᾽ ἐν τῷ νόμῳ μηδ᾽ ὑπὸ ἄλλου μηδενὸς ἀνακηρύττεσθαι ἀπούσης βουλῆς καὶ δήμου καὶ φῡλετῶν καὶ δημοτῶν, — ὅταν δέ τις ταῦτα ἀφέλῃ, τί τὸ καταλειπόμενόν ἐστι πλὴν οἱ ξενικοὶ στέφανοι;