D. 59, 85 Λαβὲ δή μοι τὸν νόμον τὸν ἐπὶ τούτοις τουτονὶ καὶ ἀνάγνωθι, ἵν᾽ εἰδῆτε, ὅτι οὐ μόνον προσῆκεν αὐτὴν ἀπέχεσθαι τῶν ἱερῶν τούτων τοιαύτην οὖσαν καὶ τοιαῦτα διαπεπραγμένην, τοῦ ὁρᾶν καὶ θύειν καὶ ποιεῖν τι τῶν νομιζομένων ὑπὲρ τῆς πόλεως πατρίων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν Ἀθήνησιν ἁπάντων. Ἐφ᾽ ᾗ γὰρ ἂν μοιχὸς ἁλῷ γυναικί, οὐκ ἔξεστιν αὐτῇ ἐλθεῖν εἰς οὐδὲν τῶν ἱερῶν τῶν δημοτελῶν, εἰς ἃ καὶ τὴν ξένην καὶ τὴν δούλην ἐλθεῖν ἐξουσίαν ἔδοσαν οἱ νόμοι καὶ θεασομένην καὶ ἱκετεύσουσαν εἰσιέναι.
Nimm´ mir also genau dieses Gesetz, dass sich darauf bezieht und lies es mir vor, damit ihr wisst, dass es nicht nur angemessen ist, dass sie sich der Opfer fernhält, da sie eine solche ist und sich solches geleistet hat. Bei welcher Frau nämlich ein Ehebrecher ergriffen wird, dieser ist es nicht erlaubt, zu irgendeinem der öffentlichen Opfer zu kommen; die Gesetze erlaubten, dass auch eine Ausländerin und eine Sklavin zu diesen (sc. Opfern) kommt, um anzuschauen und zu flehen.