von Lychnobius » Fr 24. Feb 2023, 14:11
Von Eleganz ist da zwar nicht die Rede (das Bahuvrihi λισπόπυγαι klingt deutlich pejorativ), aber zwei Zeugen für die Deutung des Theseusmythos als Aitiologie zur Gesäßform der Athener wären ein Scholion zu den aristophanischen Rittern und ein Suda-Artikel:
Schol. Aristoph. Eq. 1368
ὑπολίσποις: Οἱ γὰρ Ἀθηναῖοι πάντες λεπτοὶ ἐτύγχανον τὰ ὀπίσθια ἀπὸ Θησέως. ὑπόλισπα δὲ τὰ τετριμμένα. κοινῶς γοῦν τοὺς Ἀθηναίους λισπόπυγάς φασι. καὶ πλάττονται τὸν περὶ Θησέως μῦθον, ὅτι ἑλκόμενος ὑπὸ τοῦ Ἡρακλέους κατέλιπεν ἐπὶ τὴν πέτραν τὴν πυγήν. νῦν δὲ οἰκείως εἶπεν ἐπὶ τῶν ἐρεσσόντων διὰ τὴν καθέδραν λεπτοπύγων ὄντων.
Suda, Adler-Nr. Λ 604
Λίσποι: οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετρημένοι. καὶ λίσπη γλῶσσα, ὡς ἐπιτετριμμένη. λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι, διὰ τὸ ναυτικοὺς ὄντας, ἕνεκα τῆς ἐπὶ τῷ κωπηλατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι. ἐν ᾧ διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς ᾅδου καὶ πρός τινα πέτραν ὑπὸ Περσεφόνης ἐπικαθισθέντα σὺν τῷ Πειρίθῳ, Ἡρακλέους ἐπὶ τὸν Κέρβερον κατελθόντος, παρὰ τῆς θεοῦ τε αὐτὸν ἐξαιτησαμένου καὶ τῆς πέτρας ἀποσπῶντος, ἐγκαταλειφθῆναι τὸ προσηνωμένον αὐτῇ τῶν γλουτῶν μέρος. διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ἐπονομάζεσθαι.